Vous êtes sur la page 1sur 11


 1


Greaca în texte

Secţiunea unu A-J

Fraudă “cu asigurare”

A
Vasilios şi Aristotelis, asociaţi în afacerea corăbiilor care transportau grâne, şi-au încărcat
corăbiile cu mult mai mult decât trebuia. Se îmbarcă în Bizanţ, alături de căpitan şi de echipaj.
Corabia navighează spre insula Hios, unde se îmbarcă un rapsod şi apoi spre Evia, unde se
îmbarcă şi Ioannis. În cele din urmă ajunge în raza portului Pireas din Atena. În timp ce
Αristotelis atrage atenţia pasagerilor spre priveliştea deschisă înaintea ochilor, un zgomot ciudat
se aude de dedesubt…

Τὸ πλοῖόν ἐστιν ἐν Βυζαντίῳ· ἐν δὲ Βυζαντίῳ ὁ Βασίλειος βαίνει εἰς τὸ


πλοῖον, ἔπειτα ὁ Ἀριστοτέλης βαίνει εἰς τὸ πλοῖον, τέλος δὲ ὁ
κυβερνήτης καὶ οἱ ναῦται εἰσβαίνουσιν εἰς τὸ πλοῖον. Τὸ δὲ πλοῖον πλεῖ
εἰς Χίον. Ἐν δὲ Χίῳ, ὁ ῥαψῳδὸς εἰσβαίνει. Ἔπειτα δὲ πλεῖ τὸ πλοῖον εἰς
Εὔβοιαν. Ἐν δὲ Εὐβοίᾳ, εἰσβαίνει ὁ Ἰωάννης. Τέλος δὲ πρὸς τὰς Ἀθῆνας
πλεῖ τὸ πλοῖον καὶ πρὸς τὸν Πειραιᾶ. Τὸ µὲν οὖν πλοῖον πλεῖ, ὁ δὲ
Ἀριστοτέλης πρὸς τὴν γῆν βλέπει. Τί ὁρᾷ ὁ Ἀριστοτέλης; ὁ
Ἀριστοτέλης ὁρᾷ τήν τε ἀκρόπολιν καὶ τὸν Παρθενῶνα. Ἔπειτα δὲ ὅ
τε Ἰωάννης καὶ ὁ κυβερνήτης πρὸς τὴν γῆν βλέπουσιν. Τί ὁρῶσιν ὁ
Ἰωάννης καὶ ὁ κυβερνήτης ; καὶ ὁ Ἰωάννης καὶ ὁ κυβερνήτης τήν τε
ἀκρόπολιν ὁρῶσι καὶ τὸν Παρθενῶνα. Ἐξαίφνης ὅ τε Ἰωάννης καὶ ὁ
κυβερνήτης ψόφον ἀκούουσιν.


 2


ΑΡΙΣΤΟΤΕΛΗΣ (arătând spre uscat)

Δεῦρο, ἐλθέ, ὦ Ἰωάννη, καὶ βλέπε. Ἐγὼ γὰρ τὴν ἀκρόπολιν ὁρῶ. Ἆρα
καὶ σὺ τὴν ἀκρόπολιν ὁρᾷς ;

ΙΩΑΝΝΗΣ (uitându-se spre uscat)

Ποῦ ἐστιν ἡ ἀκρόπολις ; ἐγὼ γὰρ τὴν ἀκρόπολιν οὐχ ὁρῶ.

ΑΡΙΣΤ. Δεῦρο ἐλθέ καὶ βλέπε. ἆρα οὐχ ὁρᾷς σὺ τὸν Παρθενῶνα ;

ΙΩΑΝ. Ναί. Νῦν γὰρ τὴν ἀκρόπολιν ὁρῶ καὶ ἐγώ.

ΑΡΙΣΤΟΤ. ὦ Ζεῦ. ὡς καλός ἐστιν ὁ Παρθενών, καλὴ δὲ ἡ ἀκρόπολις.

ΚΥΒΕΡΝΗΤΗΣ (aprobând) ἀληθῆ σὺ λέγεις, ὦ Ἀριστότελες·

ἄκουε, ψόφος. ἆρα ἀκούεις ; τίς ἐστιν ὁ ψόφος ; ἆρα ἀκούεις καὶ σὺ τὸν
ψόφον, ὦ Ἀριστότελες ;

ΑΡΙΣΤ. Οὐδὲν ἀκούω ἐγώ, ὦ κυβερνῆτα. Μὴ φρόντιζε. ἀλλὰ δεῦρο


ἐλθὲ καὶ βλέπε. Ἐγὼ γὰρ τὸ νεώριον ὁρῶ καὶ τὸν Πειραιᾶ. ἆρα ὁρᾶς
καὶ σὺ τὸ νεώριον ;

ΚΥΒ. Ναί.

ΑΡΙΣΤ. ὡς καλόν ἐστι τὸ νεώριον, καλὸς δὲ ὁ Πειραιεύς.


 3


ΚΥΒ. ἀληθῆ λέγεις, ὦ Ἀριστοτέλη. ἰδού, ψόφος. Αὖθις γὰρ τὸν ψόφον
ἀκούω ἔγωγε.

ΙΩΑΝ. Καὶ ἐγὼ τὸν ψόφον αὖθις ἀκούω, ὦ κυβερνῆτα, σαφῶς· ἐγὼ
οὖν καὶ σὺ ἀκούοµεν τὸν ψόφον.

ΑΡΙΣΤ. ἐγὼ δὲ οὐκ ἀκούω, ὦ φίλοι. Μὴ φροντίζετε. ἀλλὰ δεῦρο ἔλθετε


καὶ βλέπετε, δεῦρο. ὁρῶ γὰρ τὰ ἐµπόρια καὶ τὰς ὁλκάδας ἔγωγε. ἆρα
ὁρᾶτε τὰ ἐµπόρια καὶ ὑµεῖς ;

ΚΥΒ. καὶ ΙΩΑΝ. ὁρῶµεν καὶ ἡµεῖς. Τί µήν ;

ΑΡΙΣΤ. ὡς καλαί εἰσιν αἱ ὀλκάδες, ὡς καλά ἐστι τὰ ἐµπόρια. ἀλλὰ


δεῦρο βλέπετε, ὦ φίλοι.

ΚΥΒ. ἄκουε, ὦ Ἀριστότελες, καὶ µὴ λέγε “ὡς καλά ἐστι τὰ ἐµπόρια”.


Ἡµεῖς γὰρ τὸν ψόφον σαφῶς ἀκούοµεν.

ΙΩΑΝ. ἀλλὰ πόθεν ὁ ψόφος ;

ΚΥΒ. κάτωθεν, ὦ Ἰωάννη, διὰ τί οὐ καταβαίνοµεν ἡµεῖς ; ἐλθέ, ὦ


Ἰωάννη.

ΑΡΙΣΤ. Ποῖ βαίνετε ὑµεῖς ; ποῖ βαίνετε ; διὰ τί οὐ µένετε, ὦ φίλοι ; µὴ


φροντίζετε. ὁρῶ γὰρ ἐγώ.


 4


Căpitanul coboară în cală, urmat de Ioannis şi de echipaj. Acolo dau peste Vasilios, autorul
misteriosului zgomot.

Καταβαίνει µὲν οὖν ὁ κυβερνήτης, καταβαίνουσι δὲ ὅ τε Ἰωάννης καὶ


οἱ ναῦται. Κάτωθεν γὰρ ὁ ψόφος. Κάτω δὲ τὸν Βασίλειον ὁρῶσιν ὅ
τε κυβερνήτης καὶ οἱ ναῦται. ὁ δὲ Βασίλειος τὸν ψόφον ποιεῖ κάτω.

ΚΥΒ. οὗτος, τί ποιεῖς ;

(realizând deodată că e de fapt Vasilios)

ἀλλὰ τί ποεῖς σύ, ὦ, Βασίλειε ; τίς ὁ ψόφος ;

BΑΣΙΛΕΙΟΣ (făcând pe nevinovatul) οὐδὲν ποιῶ ἔγωγε, ὦ κυβερνῆτα,


οὐδὲ ψόφον οὐδένα ἀκούω. Μὴ φρόντιζε.

ΙΩΑΝ. Δεῦρο ἐλθὲ καὶ βλέπε, ὦ κυβερνῆτα. ἔχει γάρ τι ἐν τῇ δεξιᾷ ὁ


Βασίλειος.

ΚΥΒ. τί ἔχεις ἐν τῇ δεξιᾷ, ὦ Βασίλειε ;

ΒΑΣΙΛ. (încercând disperat să ascundă) οὐδὲν ἔχω ἔγωγε, ὦ φίλε.

ΙΩΑΝ. Οὐ γὰρ ἀληθῆ λέγει ὁ Βασίλειος. Πέλεκυν γὰρ ἔχει ἐν τῇ δεξιᾷ


ὁ Βασίλειος. Ὁ ἄνθρωπος τὸ πλοῖον καταδύει.


 5


ΚΥΒ. Τί λέγεις, ὦ Ἰωάννη ; δύει τὸ πλοῖον ὁ Βασίλειος ; (strigând spre


echipaj) ἀλλὰ διὰ τί οὐ λαµβάνετε ὑµεῖς τὸν ἄνθρωπον, ὦ ναῦται ;
δεῦρο, δεῦρο.

ΒΑΣΙΛ. Οἴµοι, φεύγω ἔγωγε καὶ ῥίπτω ἐµαυτὸν ἐκ τοῦ πλοίου.

ΚΥΒ. βοηθεῖτε, ὦ ναῦται, βοηθεῖτε καὶ διώκετε.

Ε
ὁ µὲν Βασίλειος φεύγει κάτωθεν, οἱ δὲ ναῦται βοηθοῦσι καὶ τὸν
Βασίλειον διώκουσι. Ἄνω µένει ὁ Ἀριστοτέλης. Ὁ µὲν Βασίλειος πρὸς
τὸν Ἀριστοτέλην βλέπει, ὁ δὲ Ἀριστοτέλης πρὸς τοὺς ναύτας.
Ἀναβαίνουσι γὰρ οἱ ναῦται καὶ διώκουσιν.

ΑΡΙΣΤ. ἀλλὰ τί ποιεῖς, ὦ Βασίλειε ;

ΒΑΣΙΛ. ἰδού, διώκουσί µε οἱ ναῦται. Ἐγὼ δὲ φεύγω. Μὴ µένε, ἀλλὰ


φεῦγε καὶ σύ, ῥίπτε σεαυτὸν ἐκ τοῦ πλοίου. Ἀναβαίνουσι γὰρ ἤδη οἱ
ἄνδρες.

ΑΡΙΣΤ. Οἴµοι. Τοὺς γὰρ ναύτας ἤδη γε ὁρῶ. Σὺ δὲ ποῖ φεύγεις ;

ΒΑΣΙΛ. Φεύγω εἰς τὴν θάλασσαν ἔγωγε. Ὁ γὰρ λέµβος ἐν τῇ


θαλάσσῃ ἐστίν. Ἄγε δὴ σύ, σῷζε σεαυτόν. ῥίπτε σεαυτὸν εἰς τὴν
θάλασσαν, καὶ µὴ µένε.


 6


F
Vasilios şi Aristotelis se aruncă în valuri şi înoată spre barca de salvare. Dar căpitanul are alt
plan.

ὁ Βασίλειος καὶ ὁ Ἀριστοτέλης οὐ µένουσιν ἀλλὰ φεύγουσιν. Εἰς τὴν


γὰρ θάλασσαν ῥίπτουσιν ἑαυτοὺς οἱ ἄνθρωποι καὶ τὸν λέµβον
ζητοῦσιν. Καὶ οἱ µὲν ναῦται ἀπὸ τοῦ πλοίου τὴν φυγὴν ὁρῶσιν, ὁ δὲ
κυβερνήτης τὸν λέµβον ἀπολύει. Ὁ δὲ λέµβος ἀπὸ τοῦ πλοίου
ἀποχωρεῖ.

ΑΡΙΣΤ. (luptându-se cu valurile) οἴµοι, ποῦ ὁ λέµβος ; ποῦ ἐστιν, ὦ


Βασίλειε ;

ΒΑΣΙΛ. ἐγὼ τὸν λέµβον οὐχ ὁρῶ, ὦ Ἀριστότελες, οἴµοι.

ΑΡΙΣΤ. ἀποθνῄσκοµεν, ὦ Βασίλειε. Βοηθεῖτε, ὦ ναῦται, βοηθεῖτε.

ΒΑΣΙΛ. ἀποθνῄσκω.

ΙΩΑΝ. ἆρα τοὺς ἀνθρώπους ὁρᾷς σύ, ὦ κυβερνῆτα ; ἀποθνῄσκουσι


γὰρ οἱ ἄνθρωποι. Ὁ γὰρ λέµβος ἀπὸ τοῦ πλοίου ἀποχωρεῖ.

ΚΥΒ. µὴ φρόντιζε. Κακοὶ γάρ εἰσιν οἱ ἄνθρωποι, ὦ Ἰωάννη, καὶ κακῶς


ἀποθνῄσκουσιν.


 7


KYB. ἀλλὰ ἆρα ἔστι σῶον τὸ πλοῖον, σῶοι δὲ καὶ ἡµεῖς ; διὰ τί ἐγὼ
οὐ καταβαίνω καὶ περισκοπῶ ἀκριβῶς ; ἐγὼ γὰρ ὁ κυβερνήτης· ἐµὸν
οὖν τὸ ἔργον καὶ ἐν ἐµοὶ ἡ σωτηρία.

(καταβαίνει ὁ κυβερνήτης καὶ σκοπεῖ. Ὁ δὲ Ἰωάννης ἄνω µένει.)

ΙΩΑΝ. (rugându-se)

Νῦν, ὦ Πόσειδον, σῷζε ἡµᾶς εἰς τὸν λιµένα. Ἡµεῖς µὲν γὰρ ἀεί σοι
θυσίας θύοµεν, σὺ δὲ ἀεὶ σῴζεις τοὺς ἀνθρώπους ἐκ τῆς θαλάσσης.
Ἡµεῖς δὲ νῦν ἀποθνῄσκοµεν· τὸ µὲν γὰρ πλοῖον καταδύνει εἰς τὴν
θάλασσαν, ὁ δὲ λέµβος ἀποχωρεῖ καί οὐ βεβαία ἡ σωτηρία.

(ἀναβαίνει ὁ κυβερνήτης)

ΚΥΒ. σιώπα, ὦ Ἰωάννη, σῶον µὲν γὰρ τὸ πλοῖον, σῶοι δὲ καὶ ἡµεῖς.
ἐν κινδύνῳ οὖν ἡµεῖς οὔκ ἐσµεν. Καὶ δὴ καὶ ἐγγύς ἐστιν ὁ λιµήν.
Βεβαία οὖν ἡ σωτηρία.

Η
Căpitanul aduce corabia spre port. Se lasă întunericul. Rapsodul, care insistă să recite din Homer cu
orice ocazie, este întrebat de Ioannis despre arta sa, în maniera discursului lui Socrate.

ὁ οὖν κυβερνήτης τὸ πλοῖον κυβερνᾷ πρὸς τὸν λιµένα. Ναύτης δέ τις


τὸν κυβερνήτην ἐρωτᾷ ποῦ εἰσιν. Ὁ γὰρ ναύτης οὐ σαφῶς οἶδε ποῦ
εἰσι· νύξ γάρ ἐστιν. Ὁ κυβερνήτης λέγει ὅτι εἰς τὸν


 8


λιµένα πλέουσιν. ἔστι δὲ ἐν τῷ πλοίῳ ῥαψῳδός τις. Ὁ δὲ ῥαψῳδὸς ἀεὶ


ὁµηρίζει. ὁ δὲ Ἰωάννης παίζει πρὸς τὸν ῥαψῳδὸν ὥσπερ ὁ Σωκράτης
πρὸς τοὺς µαθητάς.

ΝΑΥΤΗΣ ποῦ ἐσµεν ἡµεῖς, ὦ κυβερνῆτα ; ἆρα οἶσθα σύ ; οὐ γὰρ σαφῶς


οἶδα ἔγωγε. Ἐγὼ γὰρ οὐδὲν ὁρῶ διὰ τὴν νύκτα καὶ οὐκ οἶδα ποῦ
ἐσµεν.

ΚΥΒΕΡΝΗΤΗΣ οἶδα σαφῶς. Πλέοµεν γὰρ πρὸς τὸν λιµένα, ὦ ναῦτα.

ΡΑΨΩΙΔΟΣ. (intervenind cu un vers din Homer) πλέοµεν δ’ ἐπὶ οἴνοπα


πόντον.

ΝΑΥ. Τί λέγει ὁ ἄνθρωπος ;

ΙΩΑΝ. Δῆλόν ἐστιν ὅτι ὁµηρίζει ὁ ἄνθρωπος. ῥαψῳδὸς οὖν ἐστιν.

ΡΑΨ. ἀληθῆ λέγεις, ὦ τᾶν· “πλέοµεν δ’ ἐν νηὶ µελαίνῃ”.

ΙΩΑΝ. Τί λέγεις, ὦ ῥαψῳδέ ; τί τὸ “ἐν νηὶ µελαίνῃ”; οὐ γὰρ µέλαινα


ἡ ναῦς. Δῆλον ἐστιν ὅτι µῶρος εἶ σὺ καὶ οὐκ οἶσθα οὐδέν, ἀλλὰ
παίζεις πρὸς ἡµᾶς.

ΡΑΨ. Σιώπα. “ἐν νηὶ θοῇ” πλέοµεν, “κοίλῃ ἐνὶ νηί”.

ΙΩΑΝ. ἆρα ἀκούετε, ὦ ναῦται ; δεῦρο ἔλθετε καὶ ἀκούετε. Δῆλόν ἐστιν
ὅτι µῶρος ὁ ῥαψῳδός. Οὐ γὰρ οἶδεν οὐδὲν ἀκριβῶς ὁ ἄνθρωπος,
ἀλλὰ παίζει πρὸς ἡµᾶς.


 9


ΡΑΨ. ἀλλὰ ἐγὼ µῶρος µὲν οὐκ εἰµί, πολλὰ δὲ γιγνώσκω.

ΙΩΑΝ. Πῶς σὺ πολλὰ γιγνώσκεις; δῆλον µὲν οὖν ὅτι ἀπαίδευτος εἶ, ὦ
ῥαψῳδέ· οὖ γὰρ οἶσθα σὺ πότερον “µέλαινα ἡ ναῦς ἢ θοὴ ἢ κοίλη”.

ΡΑΨ. Οὖ µὰ Δία, οὖκ ἀπαίδευτός εἰµι ἐγὼ περὶ Ὁµήρου. Πολλὰ γὰρ
γιγνώσκω διότι πολλὰ γιγνώσκει Ὅµηρος. Γιγνώσκει γὰρ Ὅµηρος τά
τε πολεµικὰ ἔργα καὶ τὰ ναυτικὰ καὶ τὰ στρατιωτικὰ καὶ τὰ
στρατηγικὰ -

ΙΩΑΝ. Γιγνώσκεις οὖν καὶ σὺ τὰ στρατηγικὰ ἔργα;

ΡΑΨ. Πῶς γὰρ οὖ; ἐµὸν γὰρ τὸ ἔργον.

ΙΩΑΝ. Τὶ δέ; ἆρα ἔµπειρος εἶ περὶ τὰ στρατηγικά, ὦ ῥαψῳδέ;

ΡΑΨ. Ναί. Ἔµπειρος µὲν γὰρ περὶ τὰ στρατηγικὰ ἔργα ἐστιν Ὅµηρος,
ἔµπειρος δέ εἶµι καὶ ἐγώ.

ΙΩΑΝ. Μία οὖν τέχνη ἥ τε ῥαψῳδικὴ καὶ ἡ στρατηγική;

ΡΑΨ. Μία τέχνη, ὦ Ἰωάννη.

ΙΩΑΝ. Οὔκουν οἱ ἀγαθοὶ ῥαψῳδοί εἰσιν ἅµα καὶ στρατηγοὶ ἀγαθοί;

ΡΑΨ. Ναί, ὦ Ἰωάννη.

ΙΩΑΝ. Καὶ σὺ ἄριστος ῥαψῳδὸς εἶ τῶν Ἑλλήνων;


 10


ΡΑΨ. Μάλιστα, ὦ Ἰωάννη.

ΙΩΑΝ. Σὺ οὖν, ὦ ῥαψῳδέ, στρατηγὸς ἄριστος εἶ τῶν Ἑλλήνων;

ΡΑΨ. Πῶς γὰρ οὔ;

ΙΩΑΝ. Τί λέγετε, ὦ ναῦται; ἆρα µῶρος ὁ ῥαψῳδὸς ἢ οὔ;

ΝΑΥ. Μῶρος µέντοι νὴ Δία ὁ ῥαψῳδός, ὦ Ἰωάννη. Στρατηγὸς µὲν


γὰρ δήπου ἄριστος τῶν Ἑλλήνων ἐστὶν ὁ ἄνθρωπος, ἁλλὰ οὐκ οἶδεν
ἀκριβῶς πότερον “µέλαινα ἢ θοὴ ἢ κοίλη ἡ ναῦς”. Μῶρος οὖν ἐστιν ὁ
ἄριστος τῶν Ἑλλήνων στρατηγός.

ΡΑΨ. Δῆλόν ἐστιν, ὦ Ἰωάννη, ὅτι Σωκρατεῖς καὶ παίζεις πρὸς ἐµέ. Ὁ
γὰρ Σωκράτης οὕτως ἀεὶ πρὸς τοὺς µαθητὰς παίζει.

ΙΩΑΝ. Ναί. Οἱ Ἕλληνες ἀεὶ παῖδές εἰσιν.


 11


Vous aimerez peut-être aussi