Vous êtes sur la page 1sur 13

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ

aos Efésios

11 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν [ἐν

Ἐφέσῳ] καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ, 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ

κυρίου Ἰησοῦ Χριστοῦ.

3
Εὐλογητὸς1 ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν

πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, 4 καθὼς ἐξελέξατο ἡμᾶς ἐν

αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους2 κατενώπιον3 αὐτοῦ ἐν

ἀγάπῃ, 5 προορίσας4 ἡμᾶς εἰς υἱοθεσίαν5 διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν6

τοῦ θελήματος αὐτοῦ, 6 εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ἧς ἐχαρίτωσεν7 ἡμᾶς ἐν τῷ

ἠγαπημένῳ. 7 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν8 διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν

παραπτωμάτων, κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ 8 ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς, ἐν πάσῃ

1 5
εὐλογητός, ή, όν – bendito ἡ υἱοθεσία – adoção
2 6
ἄμωμος, ον – sem mancha, irrepreensível ἡ εὐδοκία – intenção, propósito, bom favor
3 7
κατενώπιον – diante de, na presença de χαριτόω – conceder favor, dar gratuitamente
4 8
προορίζω – predeterminar ἡ ἀπολύτρωσις – redenção
σοφίᾳ καὶ φρονήσει,9 9 γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν

εὐδοκίαν10 αὐτοῦ ἣν προέθετο11 ἐν αὐτῷ 10 εἰς οἰκονομίαν12 τοῦ πληρώματος τῶν καιρῶν,

ἀνακεφαλαιώσασθαι13 τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ἐν

αὐτῷ. 11 ἐν ᾧ καὶ ἐκληρώθημεν14 προορισθέντες15 κατὰ πρόθεσιν τοῦ τὰ πάντα

ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ 12 εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης

αὐτοῦ τοὺς προηλπικότας16 ἐν τῷ Χριστῷ. 13 ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς

ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ

πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, 14 ὅ ἐστιν ἀρραβὼν17 τῆς κληρονομίας ἡμῶν, εἰς

ἀπολύτρωσιν18 τῆς περιποιήσεως,19 εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.

15
Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθʼ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν

εἰς πάντας τοὺς ἁγίους 16 οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν20 ποιούμενος ἐπὶ τῶν

9 15
ἡ φρόνησις – maneira de pensar; inteligência Veja nota #4.
10 16
Veja nota #6. προελπίζω – esperar de antemão
11 17
προτίθημι – propor, planejar, tencionar ὁ ἀρραβών – depósito, penhor, entrada
12 18
ἡ οἰκονομία – administração, organização Veja nota #8.
13 19
ἀνακεφαλαιόω – resumir, recapitular; unir, ἡ περιποίησις – propriedade
20
convergir ἡ μνεία – menção, memória
14
κληρόω – herdar
προσευχῶν μου, 17 ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δώῃ

ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, 18 πεφωτισμένους τοὺς

ὀφθαλμοὺς τῆς καρδίας [ὑμῶν] εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ,

τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, 19 καὶ τί τὸ ὑπερβάλλον21

μέγεθος22 τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν23 τοῦ

κράτους τῆς ἰσχύος24 αὐτοῦ. 20 ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ

καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις 21 ὑπεράνω25 πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ

δυνάμεως καὶ κυριότητος26 καὶ παντὸς ὀνόματος ὀνομαζομένου,27 οὐ μόνον ἐν τῷ αἰῶνι

τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι 22 καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ καὶ αὐτὸν

ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, 23 ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ

τὰ πάντα ἐν πᾶσιν πληρουμένου.

21 25
ὑπερβάλλω – exceder, superar ὑπεράνω – acima
22 26
τὸ μέγεθος – grandeza ἡ κυριότης – senhorio, domínio
23 27
ἡ ἐνέργια – operação, ação ὀνομάζω – nomear, chamar (pelo nome),
24
ἡ ἰσχύς – força mencionar, publicar
21 Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν, 2 ἐν αἷς ποτε

περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ

ἀέρος,28 τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας29 3 ἐν οἷς καὶ ἡμεῖς

πάντες ἀνεστράφημέν30 ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν ποιοῦντες τὰ θελήματα

τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί 4 ὁ δὲ θεὸς

πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, 5 καὶ ὄντας ἡμᾶς

νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν31 τῷ Χριστῷ,—χάριτί ἐστε σεσῳσμένοι—

6
καὶ συνήγειρεν32 καὶ συνεκάθισεν33 ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, 7 ἵνα

ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις34 τὸ ὑπερβάλλον35 πλοῦτος τῆς χάριτος αὐτοῦ

ἐν χρηστότητι36 ἐφʼ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. 8 τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ πίστεως·

καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον 9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. 10 αὐτοῦ

28 32
ὁ αήρ – ar συνεγείρω – levantar/ressuscitar com
29 33
ἡ ἀπείθεια – desobediência συγκαθίζω – assentar com
30 34
ἀναστρέφω – subverter; retornar, voltar; ἐπέρχομαι – vir a, aproximar
35
(quando passivo:) viver, proceder Veja nota #21.
31 36
συζωποιέω – dar vida com ἡ χρηστότης – bondade
γάρ ἐσμεν ποίημα,37 κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν38 ὁ

θεός, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

11
Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς

λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,39 12 ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ,

ἀπηλλοτριωμένοι40 τῆς πολιτείας41 τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας,

ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι42 ἐν τῷ κόσμῳ. 13 νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε

ὄντες μακρὰν43 ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.

14
Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον44 τοῦ

φραγμοῦ45 λύσας, τὴν ἔχθραν46 ἐν τῇ σαρκὶ αὐτοῦ, 15 τὸν νόμον τῶν ἐντολῶν ἐν

δόγμασιν47 καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν

εἰρήνην 16 καὶ ἀποκαταλλάξῃ48 τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ,

37 43
ἡ ποίημα – feitura, criação μακράν – longe
38 44
προετοιμάζω – preparar de antemão τὸ μεσότοιχον – parede divisória
39 45
χειροποίητος – feito por mãos ὁ φραγμός – barreira, muro, sebe
40 46
ἀπαλλοτριόω – alienar, separar, afastar ἡ ἔχθρα – hostilidade, inimizade
41 47
πολιτεία – cidadania τὸ δόγμα – decreto, ordenança
42 48
ἄθεος – sem deus(es) ἀποκαταλλάσσω – reconciliar
ἀποκτείνας τὴν ἔχθραν49 ἐν αὐτῷ. 17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν50

καὶ εἰρήνην τοῖς ἐγγύς 18 ὅτι διʼ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν51 οἱ ἀμφότεροι ἐν ἑνὶ

πνεύματι πρὸς τὸν πατέρα. 19 ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι52 ἀλλʼ ἐστὲ

συμπολῖται53 τῶν ἁγίων καὶ οἰκεῖοι54 τοῦ θεοῦ, 20 ἐποικοδομηθέντες55 ἐπὶ τῷ θεμελίῳ τῶν

ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου56 αὐτοῦ Χριστοῦ Ἰησοῦ, 21 ἐν ᾧ πᾶσα

οἰκοδομὴ συναρμολογουμένη57 αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ, 22 ἐν ᾧ καὶ ὑμεῖς

συνοικοδομεῖσθε58 εἰς κατοικητήριον59 τοῦ θεοῦ ἐν πνεύματι.

31 Τούτου χάριν60 ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ [Ἰησοῦ] ὑπὲρ ὑμῶν τῶν ἐθνῶν—

2
εἴ γε ἠκούσατε τὴν οἰκονομίαν61 τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, 3 [ὅτι]

κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα62 ἐν ὀλίγῳ, 4 πρὸς ὃ

49 56
Veja nota #46. ἀκρογωνιαῖος, α, ον – pedra angular, alicerce
50 57
Veja nota #43. συναρμολογέομαι – encaixar, ajustar
51 58
ἡ προσαγωγή – acesso συνοικοδομέω – construir com, edificar com
52 59
παροικός, ον – estrangeiro, forasteiro τὸ κατοικητέριον – habitação
53 60
συμπολίτης, οῦ – concidadão χάριν – por causa de, em prol de
54 61
οἰκεῖος, α, ον – membro do domicílio ἡ οἰκονομία – administração,
55 62
ἐποικοδομέω – construir em, edificar em προγράφω – escrever de antemão
δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν63 μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, 5 ὃ

ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις

ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, 6 εἶναι τὰ ἔθνη συγκληρονόμα64 καὶ

σύσσωμα65 καὶ συμμέτοχα66 τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, 7 οὗ

ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι κατὰ τὴν

ἐνέργειαν67 τῆς δυνάμεως αὐτοῦ. 8 ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις

αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸ ἀνεξιχνίαστον68 πλοῦτος τοῦ Χριστοῦ 9 καὶ φωτίσαι

[πάντας] τίς ἡ οἰκονομία69 τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου70 ἀπὸ τῶν αἰώνων ἐν τῷ

θεῷ τῷ τὰ πάντα κτίσαντι, 10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς

ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος71 σοφία τοῦ θεοῦ, 11 κατὰ πρόθεσιν τῶν

αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, 12 ἐν ᾧ ἔχομεν τὴν παρρησίαν

63 68
ἡ σύνεσις – conhecimento, discernimento ἀνεξιχνίαστος, ον – inescrutável, insondável
64 69
συγκληρονόμος, ον – co-herdeiro Veja nota #61.
65 70
σύσσωμος, ον – do mesmo corpo ἀποκρύπτω – esconder, manter segredo
66 71
ὁ συμμέτοχος – co-participante πολυποίκιλος, ον – multiforme, variegado
67
Veja nota #23.
καὶ προσαγωγὴν72 ἐν πεποιθήσει73 διὰ τῆς πίστεως αὐτοῦ. 13 διὸ αἰτοῦμαι μὴ ἐγκακεῖν74

ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.

14
Τούτου χάριν75 κάμπτω76 τὰ γόνατά μου πρὸς τὸν πατέρα, 15 ἐξ οὗ πᾶσα πατριὰ77 ἐν

οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται,78 16 ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ

δυνάμει κραταιωθῆναι79 διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω80 ἄνθρωπον, 17 κατοικῆσαι

τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένοι81 καὶ

τεθεμελιωμένοι,82 18 ἵνα ἐξισχύσητε83 καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος84

καὶ μῆκος85 καὶ ὕψος86 καὶ βάθος,87 19 γνῶναί τε τὴν ὑπερβάλλουσαν88 τῆς γνώσεως

ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.

72 81
Veja nota #51. ῥιζόω – enraizar, arraigar
73 82
ἡ πεποίθησις – confiança θεμελιόω – alicerçar
74 83
ἐγκακέω – desanimar, desfalecer ἐξισχύω – ser plenamente capaz de, poder
75 84
Veja nota #60. τὸ πλάτος – largura
76 85
κάμπτω – dobrar, colocar de joelhos τὸ μῆκος – cumprimento
77 86
ἡ πατριά – família τὸ ὕψος – altura
78 87
Veja nota #27. τὸ βάθος – profundidade
79 88
κρατειόω – ser/se tornar forte Veja nota #21.
80
ἔσω – dentro, interior
20
Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ89 ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ

τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, 21 αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν Χριστῷ

Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων, ἀμήν.

41 Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ ἀξίως90 περιπατῆσαι τῆς κλήσεως ἧς

ἐκλήθητε, 2 μετὰ πάσης ταπεινοφροσύνης91 καὶ πραΰτητος, μετὰ μακροθυμίας,

ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, 3 σπουδάζοντες τηρεῖν τὴν ἑνότητα92 τοῦ πνεύματος ἐν τῷ

συνδέσμῳ93 τῆς εἰρήνης 4 ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς

κλήσεως ὑμῶν 5 εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, 6 εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ

πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.

7
Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. 8 διὸ λέγει,

Ἀναβὰς εἰς ὕψος94 ᾐχμαλώτευσεν95 αἰχμαλωσίαν,96

89 93
ὑπερεκπερισσοῦ – infinitamente mais ὁ σύνδεσμος – vínculo, laço
90 94
ἀξίως – maneira digna Veja nota #86.
91 95
ἡ ταπεινοφροσύνη – humildade αἰχμαλωτεύω – capturar, levar cativo
92 96
ἡ ἑνότης – unidade ἡ αἰχμαλοσία – cativeiro
ἔδωκεν δόματα97 τοῖς ἀνθρώποις.

9
τὸ δὲ Ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα98 [μέρη] τῆς γῆς; 10 ὁ

καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω99 πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ

πάντα. 11 καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ

εὐαγγελιστάς,100 τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 12 πρὸς τὸν καταρτισμὸν101 τῶν

ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, 13 μέχρι

καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα102 τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ

θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας103 τοῦ πληρώματος τοῦ Χριστοῦ, 14 ἵνα μηκέτι

ὦμεν νήπιοι, κλυδωνιζόμενοι104 καὶ περιφερόμενοι105 παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ

κυβείᾳ106 τῶν ἀνθρώπων, ἐν πανουργίᾳ107 πρὸς τὴν μεθοδείαν108 τῆς πλάνης,109

15
ἀληθεύοντες110 δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή,

97 104
τὸ δόμα – dádiva, dom κλυδονίζομαι – levado por uma onda
98 105
κατώτερος, α, ον – abaixo, inferior, περιφέρω – carregado (por aí)
99 106
ὑπεράνω – acima ἡ κυβεία – truque, artifício
100 107
ὁ εὐαγγελιστής – evangelista ἡ πανουργία – astúcia, esperteza
101 108
ὁ καταρτισμός – preparação, capacitação ἡ μεθοδία – trama, conspiração
102 109
Veja nota #92. ἡ πλάνη – engano
103 110
ἡ ἡλικία – maturidade, estatura ἀληθεύω – falar a verdade
Χριστός, 16 ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον111 καὶ συμβιβαζόμενον112 διὰ πάσης

ἁφῆς113 τῆς ἐπιχορηγίας114 κατʼ ἐνέργειαν115 ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν116

τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.

17
Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι117 ἐν κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ

ἔθνη περιπατεῖ ἐν ματαιότητι118 τοῦ νοὸς αὐτῶν, 18 ἐσκοτωμένοι119 τῇ διανοίᾳ ὄντες,

ἀπηλλοτριωμένοι120 τῆς ζωῆς τοῦ θεοῦ διὰ τὴν ἄγνοιαν121 τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν

πώρωσιν122 τῆς καρδίας αὐτῶν, 19 οἵτινες ἀπηλγηκότες123 ἑαυτοὺς παρέδωκαν τῇ

ἀσελγείᾳ124 εἰς ἐργασίαν125 ἀκαθαρσίας126 πάσης ἐν πλεονεξίᾳ.127 20 ὑμεῖς δὲ οὐχ οὕτως

ἐμάθετε τὸν Χριστόν, 21 εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν

ἀλήθεια ἐν τῷ Ἰησοῦ, 22 ἀποθέσθαι128 ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν

111 120
Veja nota #57. Ver nota #40.
112 121
συμβιβάζω – unir; concluir, inferir; ἡ ἄγνοια – ignorância
122
demonstrar, provar; instruir, orientar ἡ πώρωσις – dureza, obstinação
113 123
ἡ ἀφή – junta ἀπαλγέω – tornar-se insensato
114 124
ἡ ἐπιχορηγία – auxílio, ajuda ἡ ἀσέλγεια – depravação, libertinagem
115 125
Veja nota #23. ἡ ἐργασία – prática, atividade
116 126
ἡ αὔξησις – crescimento ἡ ἀκαθαρσία – impureza
117 127
μαρτύρομαι – afirmar, testificar ἡ πλεονεξία – ganância, avareza
118 128
ἡ ματαιότης – vaidade, futilidade ἀποτίθημι – despir, remover
119
σκοτόω – escurecer
ἄνθρωπον τὸν φθειρόμενον129 κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης,130 23 ἀνανεοῦσθαι131 δὲ τῷ

πνεύματι τοῦ νοὸς ὑμῶν 24 καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα

ἐν δικαιοσύνῃ καὶ ὁσιότητι132 τῆς ἀληθείας.

25
Διὸ ἀποθέμενοι133 τὸ ψεῦδος134 λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι

ἐσμὲν ἀλλήλων μέλη. 26 ὀργίζεσθε135 καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω136 ἐπὶ [τῷ]

παροργισμῷ137 ὑμῶν, 27 μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. 28 ὁ κλέπτων μηκέτι κλεπτέτω,

μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς [ἰδίαις] χερσὶν τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι138 τῷ

χρείαν ἔχοντι. 29 πᾶς λόγος σαπρὸς139 ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλʼ εἴ τις

ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. 30 καὶ μὴ λυπεῖτε τὸ

πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.140 31 πᾶσα

πικρία141 καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ142 καὶ βλασφημία ἀρθήτω ἀφʼ ὑμῶν σὺν πάσῃ

129 136
φθείρω – corromper, arruinar, destruir ἐπιδύω – por (do sol)
130 137
ἡ ἀπάτη – engano, dissimulação ὁ παροργισμός – ira, irritação
131 138
ἀνανεόω – renovar μεταδίδωμι – compartilhar
132 139
ἡ ὁσιότης – santidade, piedade, devoção σαπρός, ά, όν – ruim, podre, sujo, torpe
133 140
Veja nota #128. Veja nota #8.
134 141
τὸ ψεῦδος – mentira, falsidade ἡ πικρία – amargura
135 142
ὀργίζω – ser/estar irado ἡ κραυγή – clamor
κακίᾳ. 32 γίνεσθε [δὲ] εἰς ἀλλήλους χρηστοί,143 εὔσπλαγχνοι,144 χαριζόμενοι ἑαυτοῖς,

καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν.

51 γίνεσθε οὖν μιμηταὶ145 τοῦ θεοῦ ὡς τέκνα ἀγαπητὰ 2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς

καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν146 καὶ θυσίαν

τῷ θεῷ εἰς ὀσμὴν147 εὐωδίας.148

143 146
χρηστός, ή, όν – bondoso ἡ προσφορά – oferta
144 147
εὔσπλαγχνος, ον – compassivo ἡ ὀσμή – aroma
145 148
ὁ μιμητής – imitador ἡ εὐωδία – fragrância

Vous aimerez peut-être aussi